Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.229 Joseph. AJ 11.233 (English) >>Joseph. AJ 11.237

11.231κατὰ τῶν μὴ παραβαινόντων τοὺς σοὺς νόμους ἐμηχανήσατο.” τὰς δʼ αὐτὰς ἠφίει καὶ τὸ πλῆθος φωνάς, παρακαλοῦν προνοῆσαι τὸν θεὸν τῆς σωτηρίας αὐτῶν καὶ τοὺς ἐν ἁπάσῃ τῇ γῇ Ἰσραηλίτας ἐξελέσθαι τῆς μελλούσης συμφορᾶς· καὶ γὰρ πρὸ ὀφθαλμῶν αὐτὴν εἶχον ἤδη καὶ προσεδόκων. ἱκέτευε δὲ καὶ Ἐσθήρα τὸν θεὸν τῷ πατρίῳ νόμῳ ῥίψασα κατὰ τῆς γῆς ἑαυτὴν καὶ πενθικὴν ἐσθῆτα περιθεμένη, 11.232καὶ τροφῇ καὶ ποτῷ καὶ τοῖς ἡδέσιν ἀποταξαμένη τρισὶν ἡμέραις ᾔτει τὸν θεὸν ἐλεηθῆναι μὲν αὐτήν, δόξαι δʼ ὀφθεῖσαν τῷ βασιλεῖ πιθανὴν μὲν τοὺς λόγους παρακαλοῦσαν τὸ δὲ εἶδος εὐπρεπεστέραν τῆς τάχιον οὖσαν, 11.233ἵνʼ ἀμφοτέροις καὶ πρὸς τὴν παραίτησιν ὀργῆς, εἴ τι παροξυνθείη πρὸς αὐτὴν βασιλεύς, χρήσαιτο καὶ πρὸς τὴν συνηγορίαν τῶν ὁμοεθνῶν ἐν τοῖς ἐσχάτοις σαλευόντων, μῖσός τε γενέσθαι τῷ βασιλεῖ πρὸς τοὺς ἐχθροὺς τῶν Ἰουδαίων καὶ τὴν ἀπώλειαν αὐτοῖς τὴν μέλλουσαν, ἐὰν ὀλιγωρηθῶσιν ὑπʼ αὐτοῦ, κατασκευάσοντας. 11.234

Ταῦθʼ ἱκετεύουσα τὸν θεὸν ἐπὶ τρεῖς ἡμέρας ἀποδύεται μὲν τὴν ἐσθῆτα ἐκείνην καὶ τὸ σχῆμα μεταβάλλει, κοσμησαμένη δʼ ὡς ἐχρῆν τὴν βασίλισσαν σὺν δυσὶν θεραπαίναις, ὧν μὲν ἐπερειδομένην αὐτὴν κούφως ἔφερεν, δὲ ἑπομένη τὸ βαθὺ τοῦ ἐνδύματος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃώρει τοῖς δακτύλοις, ἥκει πρὸς τὸν βασιλέα, μεστὴ μὲν τὸ πρόσωπον ἐρυθήματος, προσηνὲς δὲ καὶ σεμνὸν ἐπικειμένη τὸ κάλλος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.229 Joseph. AJ 11.233 (English) >>Joseph. AJ 11.237

Powered by PhiloLogic